previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνθένδε ὁρμηθέντες ἐς Ἱέρατιν πόλιν ἀπίκοντο, ἐς χῶρον οἰκεόμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι πλόος: ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ ἐμβεβλημένῃ ἐς θάλασσαν, οὔνομα ἦν Ἠράτεμις. [2] ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλώουσιν ἐς ποταμὸν χειμάροον, οὔνομα Πάδαργον, δὲ χῶρος χερσόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο: οὔνομα τῷ χώρῳ Μεσαμβρίη. [3] ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διηκοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω τὰ Περσέων βασιλήια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους. [4] κατὰ τοῦτον τὸν παράπλοον λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς [p. 50] τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι εἶναι πήχεων πεντήκοντα: [5] δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον, ὥστε καὶ ἐπὶ πῆχυν ἐπέχειν: ὄστρεά τε καὶ λοπάδας καὶ φυκία πολλά ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι κατορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτεϊ, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μέζονας τοὺ δελφῖνας. [6] ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥόγονιν ποταμὸν χειμάρροον ἐν λιμέντ εὐόρμῳ: μῆκος τοῦ παραπλόου στάδιοι διηκόσιοι. [7] ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ: Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο: [8] ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ πλημμυρὶς ἐν τάξι ἀμείβουσα ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ: [9] οὔνομα σὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), A´ROSIS
    • Dictionary of Greek and Roman Geography (1854), GRANIS
    • Dictionary of Greek and Roman Geography (1854), HERA´TEMIS
    • Dictionary of Greek and Roman Geography (1854), HIERA´TIS
    • Dictionary of Greek and Roman Geography (1854), PERSIS
    • Dictionary of Greek and Roman Geography (1854), RHO´GONIS
    • Dictionary of Greek and Roman Geography (1854), TA´OCE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: